myEleusis Loading
my eleusis
my eleusis

Ορφικός Ύμνος στην Περσεφόνη

Φερσεφόνη, θύγατερ μεγάλου Διός, ἐλθέ, μάκαιρα, μουνογένεια θεά, κεχαρισμένα δ᾽ ἱερὰ δέξαι,   Πλούτωνος πολύτιμε δάμαρ, κεδνή, βιοδῶτι, ἣ κατέχεις Ἀίδαο πύλας ὑπὸ κεύθεα γαίης, Πραξιδίκη, ἐρατοπλόκαμε, Δηοῦς θάλος ἁγνόν, Εὐμενίδων γενέτειρα, ὑποχθονίων βασίλεια, ἣν Ζεὺς ἀρρήτοισι γοναῖς τεκνώσατο κούρην, μῆτερ ἐριβρεμέτου πολυμόρφου Εὐβουλῆος, Ὡρῶν συμπαίκτειρα, φαεσφόρε, ἀγλαόμορφε, σεμνή, παντοκ…

Μετάβαση στο άρθρο

Ορφικός Ύμνος στην Περσεφόνη

Φερσεφόνη, θύγατερ μεγάλου Διός, ἐλθέ, μάκαιρα, μουνογένεια θεά, κεχαρισμένα δ᾽ ἱερὰ δέξαι,   Πλούτωνος πολύτιμε δάμαρ, κεδνή, βιοδῶτι, ἣ κατέχεις Ἀίδαο πύλας ὑπὸ κεύθεα γαίης, Πραξιδίκη, ἐρατοπλόκαμε, Δηοῦς θάλος ἁγνόν, Εὐμενίδων γενέτειρα, ὑποχθονίων βασίλεια, ἣν Ζεὺς ἀρρήτοισι γοναῖς τεκνώσατο κούρην, μῆτερ ἐριβρεμέτου πολυμόρφου Εὐβουλῆος, Ὡρῶν συμπαίκτειρα, φαεσφόρε, ἀγλαόμορφε, σεμνή, παντοκράτειρα, κόρη καρποῖσι βρύουσα, εὐφεγγής, κερόεσσα, μόνη θνητοῖσι ποθεινή, εἰαρινή, λειμωνιάσιν χαίρουσα πνοῆισιν, ἱερὸν ἐκφαίνουσα δέμας βλαστοῖς χλοοκάρποις, ἁρπαγιμαῖα λέχη μετοπωρινὰ νυμφευθεῖσα, ζωὴ καὶ θάνατος μούνη θνητοῖς πολυμόχθοις, Φερσεφόνη· φέρβεις γὰρ ἀεὶ καὶ πάντα φονεύεις. κλῦθι, μάκαιρα θεά, καρποὺς δ᾽ ἀνάπεμπ᾽ ἀπὸ γαίης εἰρήνηι θάλλουσα καὶ ἠπιοχείρωι ὑγείαι καὶ βίωι εὐόλβωι λιπαρὸν γῆρας κατάγοντι πρὸς σὸν χῶρον, ἄνασσα, καὶ εὐδύνατον Πλούτωνα.

amea