myEleusis Loading
my eleusis
my eleusis

Ορφικός Ύμνος στην Δήμητρα

Δηώ, παμμήτειρα θεά, πολυώνυμε δαῖμον, σεμνὴ Δήμητερ, κουροτρόφε, ὀλβιοδῶτι, πλουτοδότειρα θεά, σταχυοτρόφε, παντοδότειρα, εἰρήνηι χαίρουσα καὶ ἐργασίαις πολυμόχθοις, σπερμεία, σωρῖτι, ἀλωαία, χλοόκαρπε, ἣ ναίεις ἁγνοῖσιν Ἐλευσῖνος γυάλοισιν, ἱμερόεσσ᾽, ἐρατή, θνητῶν θρέπτειρα προπάντων, ἡ πρώτη ζεύξασα βοῶν ἀροτῆρα τένοντα καὶ βίον ἱμερόεντα βροτοῖς πολύολβον ἀνεῖσα, αὐξιθαλής, Βρομίοιο συνέστιος…

Μετάβαση στο άρθρο

Ορφικός Ύμνος στην Δήμητρα

Δηώ, παμμήτειρα θεά, πολυώνυμε δαῖμον, σεμνὴ Δήμητερ, κουροτρόφε, ὀλβιοδῶτι, πλουτοδότειρα θεά, σταχυοτρόφε, παντοδότειρα, εἰρήνηι χαίρουσα καὶ ἐργασίαις πολυμόχθοις, σπερμεία, σωρῖτι, ἀλωαία, χλοόκαρπε, ἣ ναίεις ἁγνοῖσιν Ἐλευσῖνος γυάλοισιν, ἱμερόεσσ᾽, ἐρατή, θνητῶν θρέπτειρα προπάντων, ἡ πρώτη ζεύξασα βοῶν ἀροτῆρα τένοντα καὶ βίον ἱμερόεντα βροτοῖς πολύολβον ἀνεῖσα, αὐξιθαλής, Βρομίοιο συνέστιος, ἀγλαότιμος, λαμπαδόεσσ᾽, ἁγνή, δρεπάνοις χαίρουσα θερείοις· σὺ χθονία, σὺ δὲ φαινομένη, σὺ δε πᾶσι προσηνής· εὔτεκνε, παιδοφίλη, σεμνή, κουροτρόφε κούρα, ἅρμα δρακοντείοισιν ὑποζεύξασα χαλινοῖς   ἐγκυκλίοις δίναις περὶ σὸν θρόνον εὐάζουσα, μουνογενής, πολύτεκνε θεά, πολυπότνια θνητοῖς, ἧς πολλαὶ μορφαί, πολυάνθεμοι, ἱεροθαλεῖς. ἐλθέ, μάκαιρ᾽, ἁγνή, καρποῖς βρίθουσα θερείοις, εἰρήνην κατάγουσα καὶ εὐνομίην ἐρατεινὴν καὶ πλοῦτον πολύολβον, ὁμοῦ δ᾽ ὑγίειαν ἄνασσαν.

amea